Ancient Greek
356.5 to 356.24
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 356.5-24
Unproofread scanNot analysed yet
εἰσόντα οὕτω προσεῖπεν ἡ Πυθία, Ἥκεις, ὦ Ἀνκούργε, ἐμὸν ποτὶ πύανα νηόν, Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματ᾽ ἔχουσι. δίζω γὰρ θεὸν μαντεύσομαι, ἢ ἀνθρώπων· ἀλλ᾽ ἐπεὶ καὶ μᾶλλον θεὸν ἕλομαι, ὦ Ἀνκούργε. διὰ τί μᾶλλον θεόν, ὦ Δόξια; ἄρα ὅτι νίκας ἐνίκησεν ὁ βασιλεὺς οὗτος περιβοήτους καὶ ἐσώκευσεν νεκροὺς πολεμίων; ἢ ὅτι ἐδορυφόρουν αὐτὸν αἰχμοφόροι καὶ μηλοφόροι χρυσῷ ἐσταλμένοι; ἢ ὅτι χρυσᾶ ἅρματα αὐ- τοῦ προεπομπέυε Νισαίων ἵππων; ἢ ὅτι αὐτὸς ἐκεκρό- σμηντο στρεπτοῖς καὶ τιάρᾳ καὶ ἀλουργίδι; Ἄλλα τὸν μὲν Ἑλλησπόντιον ξένον εἰκότως ἐξε- πληξεν αὐτὴ σύμπασα ἡ σκευὴ καὶ ἀλαζονεία, ὥστε θεὸν νομίσαι Ξέρξην τὸν Δαρείου· ἐγὼ δέ, φαίην ἄν ὁ Ἀπόλλων, ταῦτα μὲν οἶδα ὀλίγου ἄξια καὶ πολλοῖς ὑπάρχοντα μοχθηροῖς καὶ ἀνοήτοις δυνασταῖς, οὐδ᾽ οὐχὶ θεούς, ἀλλ᾽ οὐδ᾽ ἀνθρώπους ἄξιον προσμπεῖν, ὥσπερ αὐτὸν ἐκεῖνον τὸν Ξέρξην, οὕτως ἀπόπληκτον ἄντα ὥστε μαστιγοῦν τὴν θάλατταν καὶ πέδας ἐμβαλεῖν τῷ Ἑλ- λησπόντῳ· ὃ παρ᾽ οὐδὲν ἦν καὶ ἐν φανύλῳ ἀνθρώπῳ, 275, 1 τῇ φιλανθρωπία A. τῇ om. H. 3 ἐρρήθη A. ἐρρήθη &c. H. 8 ἢ ἀνθρώπων] ἢ καὶ ἀνθρώπων A. ἢ καὶ