Ancient Greek
364.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 364.3
Unproofread scanNot analysed yet
Καὶ διὰ τοῦτο Πέρσαι καλῶς Κύρον μὲν πατέρα, Καμβύσην δὲ δεσπότην, Δαρεῖον δὲ κάπηλον ἐπωνόμαζον. ποιεῖ δὲ πατέρα μὲν δικαιοσύνη, θυμὸς δὲ δεσπότην, κάπηλον δὲ φιλοχρηματία· Θεία δὲ μόνη ἢ τοῦ πατρὸς ἐπωνυμία· —πατέρα γὰρ ἀνθρώπων καὶ τὸν Δία οἱ ποιηταὶ ἐπωνομάζουσι· —τῶν δὲ ἄλλων ἢ μὲν θηριώδης, ἢ δὲ καὶ ἀνδραποδώδης. φύεται μὲν οὖν καὶ ἐν σμῆνεσιν αὐτοφυὴς τις καὶ αὐτοδίδακτος βασιλεύς, ὃς συμπεριβομβεῖ καὶ συμπεριπέτεται ἐκούσιον τὸ σμῆνος καὶ σὺν χαρμονῇ, φύεται δὲ καὶ ἐν ἀνθρώποις, ἀλλὰ σπανίως γε οὕτος καὶ ἐν μακρῷ χρόνῳ, ὅταν ἄμφω συμπέσῃ καὶ συνομαρτήσῃ τῷ κάλλει τῆς ψυχῆς καὶ ἢ τοῦ σώματος ἀγλαΐα. καὶ οὔτις ἐστιν ἀτεχνῶς ὁ μέγας βασιλεύς, καὶ οὔτε χωλὸν οὔτε κολοβὸν αὐτοῦ