Ancient Greek
375.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 375.3
Unproofread scanNot analysed yet
Αἰκία μὲν δὴ καὶ οἱ πάλαι ἔπραξαν ἀνθρώποι ἐφ’ Ἡρακλεῖ τῷ Λιὸς καὶ Ἀλκυμῆνος, ἀποθιᾶσαντες τι αὐτὸν καὶ ἱερὰ ἴδια κατασκινάσαντες, καὶ Θυσίας θύοντες οὐ μόνον ὅσας ἤωι θύειν καλὸν ἦν, ἀλλὰ καὶ ὅσας δαίμονι ἤδη καὶ ὅσας θεῷ, ὅτι Ἡρακλῆς παράδειγμα ἐγένετο ἀρετῆς, καὶ τὴν γῆν ἅπασαν ἐπιφροτήσας τυράννων τε ὠμότητος καὶ θηρίων ἐκάθηνεν ἀλλοκότων. δοκῶ δὲ ἔγωγε ὡς σφοδρότερον μὲν κάπρων χαχία, βιαιότερον δὲ λεόντων, ἰταμώτερον δὲ πολυμόρφου κυνὸς, πολυκεφαλώτερον δὲ ὕδρας· ἀξίων δὲ εἶναι καὶ τοῖς τοῦτο τὸ θηρίον καταμαχεσαμένοις τι καὶ ἀσθενὲς ἀποδείξαι τεμένη τε ἱδρύσθαι δημοσία καὶ ἱερὰς καθίστασθαι. εἶναι γὰρ δὴ καὶ τούτους οὐκ ἀπεικὸς ἐν τινὶ θείᾳ μοίρᾳ τοῦ σώματος ἀπαλλαγέντας ἐσθλοὺς ἀλεξιάκους, φύλακας μερόπων ἀνθρώπων. καὶ μοι δοκοῦσιν οἱ θεοὶ βουληθέντες αὐθὶς ἐνδείξασθαι καὶ ὑπομνήσαι τοὺς ἀνθρώπους ἐς ὅσον ἐφικνεῖται ἀρετὴ ψυχῆς ἀνθρωπίνης, ὥσπερ τὸ παλαιὸν Ἡρακλεῖα καὶ αὐθὶς Σωκράτη, οὕτω νῦν σε, ὦ πάτερ, διὰ μακροῦ χρόνου παραγαγεῖν καὶ φῦναι ἐπὶ γῆς.