Ancient Greek
398.1
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 398.1
Unproofread scanNot analysed yet
XXI ΒΑΣΑΝΙΣΤΗΣ. ρόντος. κτῆθαρὸς εἶναι τὰς πηγὰς καὶ δικαίας, ἀπὸ οὐχ ὑπὸ σκαπάνης ἢ δικέλλης ὀφρυγμένης, ἀλλ’ ἐκ τινων ζοφερῶν τε καὶ ὀλεθρίων, πόρων διὰ σχότου τε καὶ ὑπανόμων συλλεγομένας. εἰ ἄρα τὸν νόμον τοῦτον διασώσομεν, οὐκ ἐπιτρέψομεν τοῖς φιλοσοφεῖν προσκοινοῦμένοις δικῶν τε γίνεσθαι ἐργολάβοις καὶ ἀποκλείσαντας τὰ μουσεῖα περικυλινδεῖσθαι τῷ βήματι, διαπληκτιζομένους καὶ λοιδορουμένους ῥήτορσιν ὁμοῦ καὶ στρατιώ- tais, οὐδὲ ὑπομένειν ὅσα καὶ οἷα ὑπομένουσι οἱ ἐπὶ ταύταις ταῖς ἐργασίαις νυκθηρετοῦντες τε καὶ διημερεύοντες ἐν ταῖς δίκαις, ἐνίοτε εἰς τοὐπίσω ἀποπραττόμενοι τὸν μισθόν, ὅταν ἐλῶνται οἱ μισθωσάμενοι τὰς εἰρηνικὰς συναλλαγὰς. πολλοῦ δὲ διὶ συγχωρήσομεν αὐτὰ τὰ μουσεῖα δικαστήρια καθιστάναι καὶ πρατήριον ποιεῖν τοῦ δικαίου τὰ ἀνάκτορα τῶν Μουσῶν καὶ ἀναφύρειν τοὺς μανθάνοντας τοῖς δικαιομένοις, οὐδὲ τὸν Περιοιχὸν νόμον αἰσχυνομένους, ὃς διεχώρισεν τῆς ἀγοραίου τύρβης τὰς ἐλευθέρους διατριβὰς.