Ancient Greek
40.1
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 40.1
Unproofread scanNot analysed yet
I. ΠΕΡΙ ΦΙΛΑΝΘΡΩΠΙΑΣ. νόσκει τῆς πρὸς τὸ ἀκριβὲς ἀσθενείας, προστιθῆσαι δὲ καὶ αὐτὸς ὅσον ἐκείνῳ ἀδυνατεῖ, ἄτε, οἶμαι, καὶ αὐτὸς νόμος ὧν καὶ ὑπεράνω τῶν νόμων· τὸ προσθεῖναι δὲ αὐτῷ ἀφελεῖν ἐστι τῆς χαλεπότητος τοῦ νόμου. 5 καθάπερ οὖν γενναίου κυνὸς παραξυνομένου τε καὶ ὑλακτοῦντος κραίνει καὶ χαλᾷ τὴν ὀργὴν ἑραπτόμενος ὁ δεσπότης, οὕτω καὶ τοῦ νόμου πολλάκις μαλθαύσει τὸν θυμὸν φιλάνθρωπος βασιλεύς, καὶ προστάκτοντος ἀποσφάττειν, εἰ τύχοι, συνάψειν φυγὴ ζημιῶσαι· ἄλλον 10 τε ἐκείνου φυγαδευόντος, οὕτος ἠκέσθη τῶν χρημάτων τι ἀφελεῖν. ἡμέρου γὰρ ἴσως δίκης καὶ πρὸς τὸ ὁμόφυλον συμπαθοῦς κατόπιν ἵστασθαι τῶν ἀδικημάτων ὡς τὰ πολλὰ καὶ διακρίνειν ἁμάρτημα καὶ ἀδίκημα καὶ ἀτύχημα. ἐστὶ δὲ ἀδίκημα μὲν παρανομία βουλευσα- 15 μένου καὶ προειλομένου τῷ λογισμῷ, ἁμάρτημα δὲ πάθους, οἶμαι, κίνησις σφοδροτέρα ἐπιθυμίας τινὸς ἢ ὀργῆς ἄφνω προεξαλλομένης, οὐ συνενδούσης ὁλοκλήρου τῆς ψυχῆς τῷ κινήματι· τὸ δὲ ἀτύχημα παντελὴς αὐτῇ τις ξυμφορὰ καὶ πταῖσμα ἀλλαχόθεν ἄλλῳ προσ- 20 αρτώμενον. οἷον, ὑποθώμεθα γὰρ ἐκ τῶν πραγμάτων τὴν σαφήνειαν τῷ λόγῳ, ἀνδροφονῆσαι ἐστὶ μὲν βουλευσάμενον, ἐστὶ δὲ καὶ ἐκ θυμοῦ ἀρπαγέντα, ἐστὶ δὲ καὶ ἀπὸ τύχης, οἷον γυμναζόμενον ἢ θηρεύοντα, κα- 16 a θάπερ τις ἔχει καὶ Ἄδραστον λόγος Φρύγα τινὰ καὶ 25 φυγάδα, φυγόντα παρὰ βασιλέα Ἀνδῶν καὶ θηρεύοντα, ἀρέντα ἐπὶ τὸ θηρίον, τούτου μὲν ἁμαρτεῖν, ἀκοντίσαι δὲ τὸν παῖδα τοῦ δεξαμένου.