Ancient Greek
400.5
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 400.5
Unproofread scanNot analysed yet
Ἄλλὰ γὰρ ἐν καιρῷ ὁ Θερσίτης αὐτόματος ποθὲν ἡσερρώθη τῷ λόγῳ καὶ ἔδωκεν αὐτῷ ἀψοφητὶ μεταβῆναι εἰς ἕτερον τύπον. κακηγόρους γὰρ δή ἡ περιέργους καὶ πολυπράγμονας οὐδὲ τοὺς ἀκολούθους τῶν φιλοσόφων 15 ἴασομεν εἶναι, ἀλλὰ πάντων μάλιστα ἀναγκάσομεν ἐκεῖνα τῶν Πλάτωνος καταμανθάνειν τε καὶ ἐπίστασθαι. οὐδὲ γὰρ εἰ κακῶς τι γέγονεν ἐν τῇ πόλει ἢ τὸ τί κακῶν ἐπεὶ ἐκ προγόνων γεγονὸς ἢ πρὸς ἀνδρῶν ἢ πρὸς γυναικῶν μᾶλλον αὐτὸν λήληθεν ἢ οἱ τῆς θαλάττης λεγόμενοι χῶες. σοφὸς γὰρ ἦν Αἴσωπος ὁ μυθωπίδιος, ὃς ἔφη τοὺς ἀνθρώπους δύο πήρας ἕκαστον φέρειν, τὴν μὲν ἔμπροσθεν, τὴν δὲ ὄπισθεν· γέμειν δὲ κακῶν ἑκατέραν, ἀλλὰ τὴν μὲν ἔμπροσθεν τῶν ἀλλοτρίων, τὴν δὲ ὄπισθεν τῶν αὐτοῦ τοῦ φέροντος. καὶ διὰ τοῦτο οἱ ἄνθρωποι τὰ μὲν ἐξ αὐτῶν κακὰ οὐχ ὁρῶσι, τὰ δὲ ἀλλότρια πάνυ ἀκριβῶς θεώμεν. ἐγὼ δὲ ἔρουλόμην περιτετραφθαι μοι τὰς πήρας, ἵνα τὰ ἑμαυτοῦ μόνον ὁρῶην, τὰ τῶν ἄλλων δὲ μὴ δυνάμην. οὐχ ἔστι γὰρ, φασί, γλυκυώτερον ἢ παντ' εἰδέναι· καὶ ἐγὼ