Ancient Greek
401.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 401.3
Unproofread scanNot analysed yet
aμόνον γὰρ τοῦτο ἀκήκοας, καὶ μὴ ὅτι σαμμέλανας ταύρους, μηδὲ ὅτι κριοὺς ἐκτομίας. σὺ δὲ καὶ εἴδωλα καταλέγεις ὅσα ἐκίνησε τὸν Πλάτωνα γοητεύσας. ἔπειτα ἂν μὲν ἀγαθὸν πύθη, σιγανὸς εἴ καὶ Ἀρεοπαγίτων σιωπηλότερος, ἐὰν δέ τινος κακοῦ ἐπιλάβῃ, Ἰλιάδα ἐξ αὐτοῦ ποιῆς καὶ Ὀδύσσειαν, πολλὰ οὔτ’ αὐτὸς ἀκούσας οὔτε παρακούσας, ἀλλ’ αὐτὸς τεκμῶν καὶ αὐτὸς ὑφήνας. ἔπειτα ἄγδη δῆθεν πρὸς τὸν εἰπόντα, κακοδαίμονά τε καὶ θεοῖς ἐχθρὸν ὀνομάζων, καὶ ἀπιστῶν προσαγορὴ καὶ ἀγανακτεῖς καὶ σχετλιάζεις. ὅμως δὲ τὰ μὲν ἄπιστα b καὶ σχέτλια καὶ ὀργῆς ἀξία λέγεις τε καὶ ἐκτραγῳδεῖς, καὶ ἐπίμυλης αὐτῶν μόνον οὐχὶ τοὺς νευρογράφους καὶ τοὺς βαλανέας, τὸν δὲ κακοδαίμονα ἐκεῖνον καὶ θεοῖς ἐχθρὸν, ᾧ πάνυ χαλεπαίνῃ καὶ πρὸς ὃν πάνυ ἀγα-