Ancient Greek
424.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 424.3
Unproofread scanNot analysed yet
Πολεμήσεις δὲ τῷ μετὰ ταῦτα ἀνδρὶ καλῶ τε καὶ ἀγαθῷ καὶ οἷόν σοι μικρῶ πρόσθεν ἐξεκαθήραμεν. ὥστε σοι πανταχόθεν ἀπορριπτεῖν τὸν ὀχρὸν καὶ κοινωνητέον πόδων τε καὶ ἀγρυπνιῶν, κινδύνων τε αὐ καὶ δαπάνης καὶ ἀτιμίας, οὐ κληθῆναι ἀναμένοντι εἰς τὴν κοινωνίαν, ἀλλ’ αὐτομάτῳ θέοντι καὶ προμαντευομένῳ τοῦ καιροῦ πολλάκις καὶ πειρωμένῳ πρὸς ἑκάστην χρείαν τοῦ φίλου τὸ πρόσωπον οἰκεῖον μεταλαμβάνειν, ἐν ἀρρωστία μὲν ἰατροῦ, ἐν δίκαις δὲ συνηγόρου, συμβούλου δὲ ἁπανταχοῦ καὶ συνεργοῦ ἐπὶ τῇ γνώμῃ.