Ancient Greek
432.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 432.3
Unproofread scanNot analysed yet
Καὶ δῆτα πρῶτα μὲν αὐτῷ τὰ περὶ τὴν εἴσοδον ὑπέδεικνυ, τοῖς προτέροις, ὥσπερ ἔφη, ἐξικασμένα· ἔπειτα αὐτὸ τὸ πέρας, ὄρθιον καὶ ἀπότομον πάγον, κυανῇ νεφέλῃ τὰ ἄκρα κεκαλυμμένον· χρημοὶ δὲ αὐτὸ καὶ φάραγγες περιέχον καὶ θίνες ὅσων ἀνθρωπίνων σιωφρευμένοι, μεστὰ δὲ ἅπαντα δακτῶν θανασίμων καὶ ἰοβόλων. ἔπειτα αὐτὴν τὴν ἐπόχρισιν προσποιουμένην καὶ ἀφομοιοῦσαν ἑαυτὴν τῇ φιλίᾳ· ἀλλ’ ὅμως ἀντὶ μὲν ἀληθινοῦ κάλλους τὸ πρόσωπον ὑπεγέγραπτο, ἀντὶ δὲ γαληνοῦ μειδιάματος ὑπουλον ἐπεσήρει· ἵνα δὲ φαίνοιτο ἐρασμῖα, ἐρᾶν αὐτὴ προσεποιεῖτο τῶν εἰσιόντων. οὐδενὸς δὲ αὐτομάτου προσερχομένου πόρρωθεν ἐκτρέχουσα ὑπέκνυτε καὶ ἀπίρτα καὶ λυπαροῦσα ἄνην. παρῆν δὲ αὐτῇ καὶ γυναικῶν ὅμιλος οὐδὲ ταῖς προτέραις ὁμοίαι, ἀπάτη καὶ ἐπιβουλὴ καὶ δόλος ἀγεννῆς· ἀντὶ δὲ ἀληθείας ἐπιορκία παρῆν, ἵταμη καὶ θρασύτης καὶ ἀσπονδος, μάλιστα δὲ ἁπασῶν συμπράττουσα ἐκείνῃ καὶ συνεργούσα. ἰδὼν δὲ Ἡρακλῆς γυναικά τινα κατὰ