Ancient Greek
438.2
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 438.2
Unproofread scanNot analysed yet
Δοκεῖ οὖν μοι χρήσασθαι προοιμίων, ὥσπερ οἱ ῥήτορες ποιοῦσι καθιστάμενοι τὸν λόγον. καὶ δὴ ἐχέτω ἄδε μοι τὸ προοίμιον, ὅτι μηδὲν καινὸν οὗτοι νῦν οἱ ἐμοὶ κατήγοροι διαπράττονται, ἀλλ' ὅπερ πάλαι εἴωθε καὶ ἐν τῇ φύσει ἐστὶ τῇ ἀνθρωπίνῃ, ἐξ οὗ φιλοσοφία παρὰ θεῶν ἐν γῇ ἐφάνη, τοῦτο αὐθὶς καὶ νῦν ὡσπερ νόσημα περιτρεπόμενον ἀνακυκλεῖται. ποιεῖται μὲν γὰρ πον καὶ τἆλλα ἀγαθὰ τοὺς κεκτημένους ἐπιφθόνους τε καὶ ἐπιβούλους καὶ βαρεῖς τοῖς τῶν αὐτῶν οὐ μετέχουσι, κἂν μηδ' ὁτιοῦν ἀδικῶνται· καὶ τῷ πένθει οὐχ ἧδὺ ὁρᾶν τὸν πλουτῶν σεμνυνόμενον· καὶ τῷ ἀρίππῳ τὸν ἱππικὸν καὶ τῷ ἀσθενεῖ τὸν ῥωμαλέον· σοφία δὲ ὅσφ μείζον καὶ τελειώτερον ἀγαθόν, τοσούτῳ πλείους ἐγείρει τε καὶ ἀνίστησι πρὸς τὸν ἔχοντα ἢ δοκοῦντα. καὶ τοῦτο ἀνωθεν ἀρξάμενον ἐκ Πυθαγόρου, ὡσπερ κλῆρος τις ἀναγκαῖος διαδόσιμος, συμπαρέμεινε τοῖς ἀπ' ἐκείνου ἀγῶνοις. αὐτὸς τε γὰρ ὁ Μνησάρχου τοσούδε ἄρα ἀπέλαυσε τῆς πολυμνήστου σοφίας ὥστε μεταναστήσας ἀπὸ δικίας, διὰ τοὺς βασκαίνοντας καὶ κολούοντας, ἐκ Σάμου μὲν εἰς Κρότωνα διὰ Πολυκράτην, ἐκ Κρότωνος δὲ εἰς Λοκροὺς διὰ Γύλωνα· Λοκρῶν δὲ οὐχ ἧκ ἤδη, ἀλλὰ πάντες Λοκροὶ οὐχ ὑπέμειναν Πυθαγόρου τὴν ἀρετὴν, ἀλλὰ μετεστήσαντο εἰς Τάραντα καὶ παρέπεμψαν· Ταραντῖνοι δὲ αὐθίς, ὡσπερ φορτίον, εἰς