Ancient Greek
448.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 448.3
Unproofread scanNot analysed yet
Τῷ μὲν οὖν αὐτὸς ζητεῖω τε καὶ προσάγομαι· καὶ τίς ἡ ἐφρδὴ καὶ ἡ μαγγανεία, δι’ ἣν πολλοὶ ἀπολυπῶντες καὶ τὴν ἀρχαίαν Ἑλλάδα καὶ τὴν πρόσοικον Ἰωνίαν, ἐν αἷς ἀμφοτέρας διδασκαλεία μέγιστα φιλοσοφίας, ἔπειτα εἰς τὴν πόλιν ἡμῖν συμφροτῶσι· καὶ οὐδὲν αὐτοὺς ἀποκωλύει ἐξ ὧν ἡ πόλις μεγάλη τε ἐστὶ καὶ εὐδαίμων, καὶ οὐχ ἡδοναὶ ἐκκεχυμέναι, οὐ πανηγύρων θόρυβος, οὐ σχολῆς σπάνις καὶ ἡσυχίας, οὐχ αὐτοὶ οὗτοι οἱ ὅψ βλέποντες συκοφάνται καὶ τὰς αἰχμὰς τῷ χερῷ ἐπισείοντες· ὀκνῶ μὲν εἰπεῖν, ὦ ἄνδρες, μὴ καὶ ἀτεχνῶς δόξαιμι καλλωπιζέσθαι· συνλαΐνουνσι δὲ οἱ κατήγοροι τὰς ἀληθινὰς με ἐπαγωγὰς, αἷς χρῶμαι ἐπὶ τοὺς νέους, εἰς τὸ θέατρον ἐξενεγκεῖν ἀντὶ τῶν ψευδῶν καὶ πεπλασμένων. καὶ τοῦ αἰσθάνεσθε αὐτῶν ἰκανῶς καὶ οὐ σφόδρα ἀτήρητοι ὑμῖν εἰσιν· ὅμως δὲ ἐτι καὶ μᾶλλον ἀποκαλυπτέα καὶ γυμνωτέα.