Ancient Greek
46.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 46.3
Unproofread scanNot analysed yet
Συνορᾶτε δὲ καὶ ὑμεῖς, ὦ πατέρες συγχεγραμμένοι, ὅτι μηδὲν ἔργον ἐν τῷ βίῳ τῷ ἀνθρωπίνῳ κάλλιστα ἄν 10 καὶ ἀρίστα ἐπιτελεσθείη χωρὶς ἀρετῆς οὔτε κατ’ οἶκον οὔτε κατὰ πόλιν· πρὸς ἣν, ἐξασκοῦντες καὶ ἐκπαιδεύοντες τοὺς νέους οἱ καλῶς προισταμένοι φιλοσοφίας κοινοὶ πατέρες ἂν ἀπάντων νομίζοιντο. . οὕτω καὶ τοὺς ἰδίους πατέρας ὅπως χρή θεραπεύεσθαι παρὰ τῶν νιέων δι- 15 δάσκοναι καὶ τοὺς παῖδας ὁποίας χρή παρὰ τῶν πατέρων ἐπιμελείας τυγχάνειν. καὶ ὡς μικρὰ ταῦτα λέγω, τὸ δὲ ἀληθὲς κριτὴς ἀπάντων ἐστὶ καὶ ἐπιστάτης ὁ φιλόσοφος. καὶ γὰρ ὅπως δήμῳ προσανεκτέον καὶ ὅπως τὴν γερουσίαν θεραπευτέον καὶ ἀπλῶς ἀπάσης πολιτείας 20 κανῶν ἐστιν ἐξητασμένος καὶ ἀκριβής. ὡς εἰ δυνατόν ἦν πᾶσιν ἀνθρώποις φιλοσοφεῖν, ἐξήρπαστο μὲν ἂν ἐκ τοῦ τῶν ἀνθρώπων βίου ἡ φανλότης, ἐξώριστο δὲ ἅπασα πρόφασις ἀδικίας, τῆς δὲ ἐκ τῶν νόμων ἀνάγκης οὐκ ἂν ἦν χρεία. ὧν γὰρ νῦν διὰ τὸ δέος ἀπέχονται, ταῦτα 25 ἂν ἐμίουν ἐκ προαιρέσεως.