Ancient Greek
47.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 47.3
Unproofread scanNot analysed yet
Οἶδα μὲν οὖν ὅτι τὸ προσεπιλέγειν καὶ ἄλλας αἰτίας, δι’ ἃς ἄξιος ἂν εἴη Θεμιστίος τῆς μεγίστης τιμῆς, οὐκ ἔστιν αἰσθανομένων τοῦ μεγέθους τῆς φιλοσοφίας. ὁ γὰρ καθ’ ἑαυτὸ πάντων αἰταρκέστατον τῶν ἀγαθῶν, εἰ μὴ μόνον τις προἴσχοιτο, ἀλλὰ καὶ ἕτερα συνἀριθμοίη, οὐ συναύξει μᾶλλον οἷς προστίθησιν, ἀλλὰ ἐλλιπέστερον ποιεῖ τῷ προσθήκης δεῖσθαι νομίζειν. ὅμως δὲ ἀνασχώμεθα τοῦ λόγου καὶ φιλοσοφίας χωρὶς ἀποφαίνοντος ἀξίου εἶναι τὸν ἄνδρα τῆς ὑμετέρας συνόδου. εἰ γὰρ τοὺς μάλιστα ἀγαπῶντας δίκαιον προσάγεσθαι καὶ ἀνταγαπᾶν, αἰθαιρετος ἡμῶν γεγονὼς Θεμιστίος ἐραστὴς καὶ τὴν πόλιν τὴν ἡμετέραν οἰκεία κρίνει προὔτιμησε τῆς ἐνεχοῦσης καὶ πρότερον