Ancient Greek
471.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 471.3
Unproofread scanNot analysed yet
b Εἰεν. τὸν μὲν δὴ ἡμισθὸν σοφιστὴν μόλις πως ἄρα διανενεύκαμεν. σκοπῶμεν δὲ ἐφεξῆς τὸν ἔμπορον καὶ τὸν κάπηλον καὶ τὸν αὐτοπώλην, εἰ ἄρα τούτων ἡμῖν προσήκει τι τῶν ὀνομάτων. λέγει τοίνυν ὁ Θεσπίσιος Πλάτων ὅτι οὔσης τινὸς τέχνης ἀλλακτικῆς, ἡ διαμεῖζεται ὧν δίδωσιν ἃ λαμβάνει, ἡ μὲν ἐξ ἄλλης πόλεως εἰς ἄλλην ὤνη τε καὶ πρᾶσι χρωμένη καὶ μεταβάλλουσα τὰ ἀγώγιμα ἐμπορικὴ ὀνομάζεται ὑπὸ τῶν ἀνθρώπων, ἡ δὲ ἐν πόλει μιᾷ καθημένη ἀλλακτικὴ τῶν αὐτῶν τούτων, εἰ μὲν αὐτουργοῦσα τὰ αὐτῆς ἔργα νομίσματος ἀποδίδοιτο, ὥσπερ οἱ μάγειροι καὶ οἱ βαλανεῖς, αὐτοπωλικὴ ἂν ἐν δίκῃ καλοῖτο, ἡ δὲ τὰ ἀλλότρια ὠνουμένη καπηλική· τούτων δ᾽ οὖν τῶν τριῶν ἑκάστην μίαν οὔσαν σχίζεισθαι διχῇ τῇ αὐτῇ τομῇ καθ᾽ ὅ τι ἀλλήλων διαφέρει τὰ ἀγοράσματα. ἔμπορον γάρ τὸν μὲν τινὰ εἶναι σιτίων τε καὶ ἱματίων καὶ ὑποδημάτων καὶ ἐν βραχεῖ ὧσων τὸ σῶμα τὸ ἡμέτερον ἐπιδεῖς· τὸν δὲ τινὰ λόγων τε καὶ μαθημάτων οἷς ψυχὴ τρέφεται ἢ κολακεύεται· ὁμοίως δὲ αὐ κάπηλον, d ὁμοίως δὲ καὶ αὐτοπώλην. εἴτε οὖν μουσικὴν τις εἴτε