Ancient Greek
476.3 to 481.29
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 476.3-481.29
Unproofread scanNot analysed yet
Καὶ πρῶτον δὲ ἐκεῖνο μὴ θορυβεῖσθε, ὅτι οὔτε 25 ψήφων ἐγὼ οὔτε διώκων οὔτε προσκεκλημένος ὑπὸ του XXII. ΠΕΡΙ ΦΙΛΙΑΣ. 279 εἰς τὴν μηχανὴν διέστησέ τε αὐτῷ καὶ ἐξῆρχε κατ’ ἀλλή- λουν, καὶ παραδίδωκε τῷ λέοντι δίχα ἐκάτερον ἐπὶ τρεπῆ καὶ εὐχολον θήραν. τοῦτο μὲν ἡ τοῦ Αἰσώπου κερδώ. φύονται δὲ τινες καὶ ἐν ἀνθρώποις ἀλώπεκες, μᾶλλον δὲ ἀνθρώπια σμικρὰ τε καὶ ἀνελεύθερα, τὰς ἀλώπεκας ὄπισθεν ἐφελκόμενα. οἱ δὲ αὐτῶν οὐκ ἀλώπεκας, ἀλλὰ δράκοντας ἰοῦ χαλεποῦ καὶ ἀτόπου μεστούς ὑφέρπουσιν καὶ κρυπτομένους εὐνοίας καὶ φιλανθρωπίας παραπε- τάσμασιν, οὓς ἀπελαύνειν χρεών καὶ ἀποσοβεῖν πορφύ- τάτω. κηλούμεθα γὰρ πολλάκις καὶ γανύμεθα δάκνονσι, τὰ τὰ ἄκρα τῆς γλώττης μόνον ὁρῶντες, τὰ δὲ ἐντὸς οὐκ ἐθέλοντες διδόναι. Ὅτι δὲ μοι δοκοῦσιν ὁμοιοῖ εἶναι, ἐθέλω ἀπεικάζειν, εἰ βούλεσθε. τεθέαμαι, οἶμαι, πολλαχοῦ Σκύλλης εἰκόνα οὐχ οἷαν Ὅμηρος διηγεῖται. Ὅμηρος μὲν γὰρ οὐδὲν τι λέγει πλέον περὶ τῆς μορφῆς ἢ ὅτι τὸ θηρίον ἦν ἐν σπηλαίῳ διατῶμενον ἐξ κεφαλὰς ἔχον καὶ δυοκαίδεκα χεῖρας. οἱ πλάσται δὲ ἐπὶ μᾶλλον κομψεύονται ἐν τῷ ἔργῳ. ποιοῦσι γὰρ αὐτῆς τὰ μὲν ἀπ’ ἀχρὶ κεφαλῆς ἀχρι λαγόνων παρθένον, ἀπὸ δὲ τῆς ἰζύος εὐθὺς εἰς τοὺς κύνας ἐκφερομένην, δεινοὺς ὄντας καὶ σμερδα- λέους. καὶ τριστόιχοι μὲν αὐτοῖς οἱ ὀδόντες, ἀνεστή- κασιν δὲ αἱ κεφαλαί, ζητοῦσι δὲ ἰσάριθμον θήραν. μαρ- τεύομαι οὖν ἐγὼ καὶ Ὅμηρον βούλεσθαι λέγειν ὅτι ὁ μὲν σοφὸς καὶ πολέμαρχος οἶδε τε ὅλην ἀκριβῶς καὶ οὐκ ἠγνόησεν αὐτὸν τὰ ἄνωθεν τοῦ θηρίου, ἀλλὰ παρε- τάξατο καὶ ὡπλίσσατο καὶ μάχεσθαι ἕτοιμος ἦν. οἱ δὲ ἀφύλακτοι τῶν ἀνθρώπων ἀλίσκεται. ὅτῳ δὲ μὴ δοκεῖ οὕτως ὁ Ὅμηρος λέγειν, ἀλλ’ ὅρῃ μόνον τὸ φαινόμε- νον τοῦ μύθου, οὕτως ἐμοὶ δοκεῖ καὶ τὴν Σκύλλαν