Ancient Greek
490.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 490.3
Unproofread scanNot analysed yet
Σκοπεῖτε οὖν ὡς δικαίαν ποιήσομαι τὴν ἐξέτασιν, ἐστί που ἡμῖν κείμενοι νόμοι, μᾶλλον δὲ ἴσως καὶ πᾶσιν ἀνθρώποις, καθ’ οὓς ἀπαντα ἐπιεικῶς ἡμῖν ἀναγκαῖον 10 καὶ πράττειν καὶ ὀνομάζειν, καὶ εἰ περὶ τοῦ ἀμαρτάνειν τοῦτο, ἰόντες ἐπὶ τοὺς νόμους διακρίνεσθε οἱ χαλεπῶς ἐκ τῶν γραμμάτων. καὶ τοὺς φιλοσόφους τοιγάρ οἱ 287 α νόμοι εἰσὶ γεγραμμένοι, ἐξηγούμενοι καὶ διδάσκοντες ὑπὲρ ὧν ἂν αὐτοὶ συνδιαπώμεθα. καὶ ἄλλοι δὲ φιλο- 15 σόφοι ἄλλοι νόμοι εἰσίν, ὁπόσους συνέγραψεν ὁ ἀρχιγέτης τῶν λόγων, οὗς διώκει τε καὶ προύστησατο. τῷ μὲν γὰρ τὰ Πλάτωνος αἱρουμένῳ, ὁπόσους Πλάτων, τῷ δὲ τὴν ποικίλην ἀγαπῶντι, ὁπόσους Ζήνων ὁ Κιτινεύς, ὅτερ δὲ μέλει ὁ κῆπος, ὁπόσους Ἐπίκουρος ὁ 20 Νικοδήμου, καθάπερ Σόλωνος μὲν τῷ Ἀθηναίῳ, Ἀντούργου δὲ τῷ Σπαρτιάτῃ. συμβαίνει οὖν τὸν αὐτὸν ἄνδρα πολλάκις τοὺς μὲν τῆς πόλεως νόμους ἀνθᾶν εἶναι, τοὺς δὲ Πλάτωνος ἁλίσκεσθαι ἢ τοὺς Ζήνωνος.