Ancient Greek
491.2
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 491.2
Unproofread scanNot analysed yet
Ἔστι τοίνυν Πλάτωνι τῇ Θεσπεσίῳ κύρβις ἀνάπλειως τούτων τῶν νόμων καὶ τεκμηρίων ἐξευρημένα πολλά ἐφ’ ἧς καὶ σὺ δύσφραστα, ὧν χρη ἐχόμενος ἐκφύλαξον τοὺς μαστεύοντας τὸν σοφιστήν. ταῦτα οὖν, ὡς δοκεῖν, εἰς μέσον ἡμῖν θετέον, καὶ ἐξεταστέον πότερον ἅπαντα μοι οἰκεῖα καὶ τὰ πλείω, ἢ τὰ ἐλάττω. ἀνάσχεσθε οὖν μου πρὸς Χαρίτων ἀσθέμας ἐξαριθμουμένου ὁποσάκις οὗτος ὁ νομοθέτης οἷον κυνηγέτης κύκλῳ θηρίων περιδραμὼν αἱρεῖ τὸν ἄνδρα καὶ σαγηνεύει. δείκνυσι δὴ πρῶτον μὲν θηρευτὴν ἐμμεῖν νέων πλουσίων· δεύτερον δὲ ἐμπερον περὶ τὰ μαθήματα τῆς ψυχῆς· τρίτον δὲ αὐτὸν κάπηλον τῶν αὐτῶν τούτων, τέταρτον δὲ αὐτουργὸν τε καὶ αὐτοπώλην, πέμπτον δὲ ἀγωνιστὴν περὶ λόγους τὴν ἐριστικὴν ἔχοντα τέχνην καὶ ὅν δὴ τελευταῖον κολοφῶνα ἐπέθηκε τῷ λόγῳ καὶ συνεδήσατο, δοξαστικὸν τινα περὶ τὸ μὴ ὂν καὶ μηπιτὴν διὰ φαντασμάτων καὶ τεχνίτην τῶν εἰδώλων τῆς ἀλη-