Ancient Greek
51.2
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 51.2
Unproofread scanNot analysed yet
Θ ε ω ρ ί α. Ἐπὶ τῷ κομισθέντι παρὰ τοῦ αὐτοκράτορος λόγῳ, ὃν ἔγραψε περὶ αὐτοῦ πρὸς τὴν γερουσίαν, τὸ χαριστήριον ἀποδίδωσι. σκοπὸν δὲ προΐσταται τῶν ἐγκωμίων φιλοσοφώτατον, αὐτὸν ἀποδεικνὺς μᾶλλον τὸν βασιλέα φιλοσοφίας μετέχοντα, ἣν ἐπῄνεσε. καὶ παρίησι μὲν οὐδὲν τῶν εἰς ἔπαινον συντελούντων, ἀπαντα δὲ ἀνάγει πρὸς τὸ κεφάλαιον ὃ προεστήσατο, ἐστι μὲν οὖν ὅπου καὶ τὸ καθόλου κατασκευάζων, τὰ πλεῖστα δὲ τῶν ἐπιχειρημάτων μετιὼν ἐκ τῆς ὑποθέσεως τῆς παρούσης, ἀπανταχοῦ δὲ διατηρεῖν τὸ πρέπον ἀξίωμα φιλοσοφία πειρώμενος. σχεδὸν γὰρ ὁ σκοπὸς τοῦ βιβλίου πρὸς τοῦτο ἀφεώραχεν.