Ancient Greek
510.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 510.3
Unproofread scanNot analysed yet
Ὅτε τὸν Ἔρωτα ἐγέννησεν ἡ Ἀφροδίτη, τὰ μὲν ἄλλα καλὸς τε ἦν ὁ παῖς καὶ τῇ γεννησάσῃ προσήκων, ἀτὰρ οὐκ ἠξέτο γε εἰς μέγεθος τῷ κάλλει πρέπον, οὐδὲ ἐπεδίδου τὸ σῶμα, ἀλλ᾽ ἔμενε πλεῖστον χρόνον οἷος ἐτέχθη. ἤπορεῖτο οὖν πρὸς τὸ πρᾶγμα ἡ τε 305 μήτηρ καὶ αἱ τροφοὶ τοῦ βρέφους αἱ Χάριτες, καὶ φοιτῶσαι παρὰ τὴν Θέμιν —οὕτω γὰρ εἶχε Δελφοὺς ὁ Ἀπόλλων —ἴδεοντο λύσιν τινὰ ἐξευρεῖν τῆς ἀτόπου καὶ θαυμαστῆς συμφορᾶς. εἶπεν οὖν ἡ Θέμις, ἀλλ᾽ ἐγώ, ἔφη, παύσω ὑμᾶς ἀπορουμένας· νῦν γὰρ οὕτω ἴστε τὴν φύσιν τοῦ βρέφους. ὁ Ἔρως ὁ σὸς ὁ ἀληθινός, ὦ Ἀφροδίτη, τεχθεὶς μὲν ἂν ἴσως καὶ μόνος, αὐξηθεὶς δ᾽ ἂν οὐδαμοῦ μόνος, ἀλλὰ σοὶ δεῖ καὶ Ἀντέρωτος, εἰ βούλει τὸν Ἔρωτα αὐξηθῆναι. ἔσται δὲ b αὕτη φύσις τοιούτοις τοῖς ἀδελφοῖς· ἀλλήλοις αἴτιοι τῆς αὐξῆς ἄμφω γενήσονται. ὁρῶντες μὲν γὰρ ἀλλήλους ἴσα βλαστήσουσι, θάτερον δὲ ἀπολειφθέντος ἄμφω μειώσονται. οὕτω δὴ κύει τὸν Ἀντέρωτα ἡ Ἀφροδίτη, καὶ ἀνέδραμε τε παραχρῆμα ὁ Ἔρως καὶ τὰ πτερὰ ἐφυσε καὶ ὑψηλὸς ἦν, ὥστε δὴ ἐν τοιαύτῃ τύχῃ καθέστηκας ἄτοπα ὑπομένει πάθη πολλάκις· καὶ τοῦτέ μὲν θάλλει, τοῦτέ δὲ φθίνει, πάλιν δὲ αὐξεται. δεῖται δὲ ἀεὶ τἀδελφοῦ συνόντος, καὶ μέγαν μὲν ἐκεῖνον ὁρῶν μεῖζον φαίνεσθαι φιλονεικεῖ, μικρὸν δὲ καὶ ὀλίγον c