Ancient Greek
515.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 515.3
Unproofread scanNot analysed yet
Οὐκοῦν οὐδὲ διὰ τῆς ἑτέρας ποιήσεως καὶ θαύρου τοῖν φιλοσόφοιν οὕτω τεταγμένον καὶ καρτερῶς ἀμυνομένου τὴν τύχην ἄλλο τι ἔμοι δοκεῖ λέγειν ὁ ποιητὴς ἢ ὅτι φρόνησις καὶ ἡ σύμπασα ἀρετὴ ἄμαχος ἐστι πρὸς ἀπαντα καὶ ἀήττητος, καὶ ὁ ταύτῃν ἰσχυρῶς περιβεβλημένος βαδίζει, φησίν, οὐχ ἀγεννῶς οὐδὲ κάτω βλέπων, ἀλλ’ ὡς ἐκεῖνος ἐβάδιζε πρὸς τὴν Ναυσικάαν, ἥνικα γυμνὸς καὶ μόνος διαφυγὼν τὸ κλυδώνιον, ὅμως ἐπειδήπερ ἀρετὴν ἀντὶ ἱματίων ἠμφίεστο, ἐπῆλθε πρὸς τὴν θυγατέρα τοῦ βασιλέως, οὐ πτωχῶ, φησίν, ἐναλίγχιος οὐδὲ ἰκέτου ἐν σχήματι κατεπτηχότος, ἀλλὰ τινα ἐξεῖργεν εἰκόνα, οἷα τῆς ἀρετῆς εἰκονογράφος.