Ancient Greek
522.4
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 522.4
Unproofread scanNot analysed yet
οἱ δὲ φαῦλοι οὐκ ἔχουσιν τὰ ἑαυτῶν ἔργα· καὶ οὔτε ὁ μαχαιροποιὸς δοκιμάζειν ἔχει εἰ ἀνδροφόνον τὴν μάχαιραν ἀποδώσεται οὔτε ὁ ναυπηγὸς εἰ ἄρπαγὶ ναυπηγήσεται, ὥσπερ τῷ Πάριδι Ἀρμονίδης· οὔτε ὁ κυβερνήτης εἰ σῴζει ἐν τῷ πλῷ ὃν καὶ θάψαι δεῖν ἢ μὴ οἱ δὲ καὶ φρόνησις καὶ σοφία τὰ ἔργα αὐτῶν ἀπευθύνουσι καὶ διατάττουσι, καὶ τοῦτο αὐτῶν τὸ ἔλλειμμα ἐξιάσταί καὶ οὐ ξυγχωρήσει ὥσπερ τυφλοῖς προτείνειν τὰ δημιουργήματα τοῖς ἀπαντῶσι. τοῦτ’ οὖν ἐστιν ὁ λέγω λόγος, ἀπιστήμηνα εἶναι ἐπιστημῶν καὶ τέχνην τεχνῶν, ὅτι τῶν μὲν τὰς ἀρχὰς βεβαιούται, τῶν δὲ ζητεῖ τὴν χρείαν.