Ancient Greek
530.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 530.3
Unproofread scanNot analysed yet
Τίνι οὖν με τῶν ἀλλακτικῶν ἐγγράφουσιν οἱ κατήγοροι; μὴν τῷ πλανήτη, ἢ τῷ σταδιαίῳ; ἐγὼ τοίνυν πολλάκις μὲν ὤμίλησα πόλεσι καὶ ξυνεγενόμην, καὶ ἀπεδήμησα μακρότερα ἢ ὁ Σωκράτης, οὐχ ὅσον εἰς Ποτί- 15 δαιαν στρατευόμενος. ἀλλ’ ὅπλα μὲν οὐκ ἤνεγκα ὑπὲρ ὑμῶν, ὑμῶν δ’ αὐ εἵνεκεν πολλὴν γῆν ἐπῆλθον καὶ πολλάς πόλεις μεγάλας τε καὶ εὐδαίμονας, ἀτὰρ δὴ καὶ τὴν μητρόπολιν τὴν ἡμετέραν, οὐ τὰ ἀρχαῖα Μέγαρα λέγω, ἀφ’ ὧν ὠρμήθησαν οἱ τῷ Βοσπόρῳ προσοική- 20 σαντες, ἀλλ’ ἢ τῶν μὲν ἄλλων πόλεων βασιλεύει, τῇ δὲ ὑμετέρᾳ συμβασιλεύει. καὶ εἰ μὲν τι καὶ ἄλλο χρηστὸν ἐξ ἐκείνης ὑμῖν ὑπῆρχε τῆς ἀποδημίας, οὐκ ἂν δυσχωρισάμην· ἤγαγον δ’ οὖν αὐτοῖς τὰ ἀγώγιμα ὅσα τέ μοι πρῶτα ὑπῆρχε καὶ ὅσα παρ’ ὑμῖν ἐνθένδε ἐπορισάμην ἐν εἴκοσιν ὅλοις ἐνιαυτοῖς, πολλά μὲν ἐκ τῶν ἀρχαίων συλλεξάμενος θησαυρῶν τῆς μνημοσύνης, ἔστι δὲ ἄ καὶ αὐτουργήσας. καὶ ὅπως δὴ οἱ πάντες ἐκεῖνοι περιφρονούντες καὶ οὐδὲν τῶν ἐξωθεν ἀρτινοουμένων θαυμάζειν ἢ ἐθέλοντες ἢ δυνάμενοι διὰ τὴν περιουσίαν τῶν οἴκοι θαυμάτων, ὅμως τοσόνδε ἐάλωσαν καὶ ἐκρατήθησαν ὑπὸ τῶν ἀγωγίμων τῶν ἡμετέρων, ὥστε πολλὴν μὲν χώραν καρποῦσθαι διδόντες φίλην καὶ περιτευμένην, πολὺ δὲ ἀργύριον, πολὺ δὲ χρυσίον, ἰόντες τε εἰς τὴν κατάλυσιν ὥσπερ καὶ θαυμαστὰ δρῶντες