Ancient Greek
54.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 54.3
Unproofread scanNot analysed yet
Ἄλλὰ Ζήνων μὲν ὁ τῆς στοᾶς ἀρχηγέτης, καίπερ τὰ ἄλλα σεμνὸς ὢν καὶ ὑψηλόλογος, ὅμως ἐγανύσκετο καὶ ἐλαμπρύνετο, ἐπειδὴ αὐτὸν Ἀθηναῖοι ξένον τε ὄντα καὶ Φοίνικα ἐπὶ τοῖς λόγοις δημοποίητον ἐποίησαντο, ἐγὼ δὲ οὕτως ἀγεννῆς καὶ ἀνήκοος Ἀριστοτέλους, ὃν προὑταξάμην τοῦ βίου τε καὶ τῆς σοφίας, ὥστε πᾶσαν οἴσθαι τιμὴν καὶ παρ' ὁτουοῦν καὶ ἐφ' ὁτῳοῦν ἀχάριστον εἶναι ἀνδρὶ σπουδαίῳ καὶ ἐν Καρὸς μοίρα; καὶ σὺ μέμνημαι ἄρα τῶν λόγων οἷς διορίζει χαυνότητα μεγαλοψυχίας; διορίζει δὲ ὧδε· φησὶ πού καὶ περὶ τιμὰς τὰς μεγάλας, ὥσπερ καὶ περὶ τὰ ἄλλα τὰ λεγόμενα ἀγαθὰ, εἶναι μὲν ἄμετρον σπουδὴν τοῖς ἀνθρώποις, εἶναι δὲ ἄμμετρον καὶ ξὺν λόγῳ. τὸν μὲν δὴ ἐπὶ δήμου θορύβοις καὶ κρότοις ἐξοχοῦμενόν τε καὶ ἐγείροντα τὴν ὄψιν, ὅτι σφίσιν εἰς θέατρα ἢ ἱπποδρόμους πολλὰ χρήματα ἐξέχεε, χαυνὸν τε εἶναι καὶ ξυνέχεσθαι