Ancient Greek
55.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 55.3
Unproofread scanNot analysed yet
Εἰ δ’ αὖ φήσετέ τις κολακείαν εἶναι τῷ Πυθίῳ 15 παραβάλλειν τὸν βασιλέα, Χρύσιππος μὲν ὑμῖν καὶ Κλεάνθης οὐ συγχωρήσει καὶ ὅλον ἔθνος φιλοσοφίας ἢ ὁ ἐκ τῆς ποικίλης χορός, οἱ φάσκοντες εἶναι τὴν αὐτὴν ἀρετὴν καὶ ἀλήθειαν ἀνδρὸς καὶ θεοῦ. ἐμοὶ δὲ d περὶ μὲν θεῶν εὐστόμα κείσθω, κατὰ τὸν Λύξου. 20 Ἀγησίλαον δὲ οἶδα τὸν βασιλέα τῆς Σπάρτης ὅτι Ξενοφῶν ὁ Σωκράτους ὁμιλητὴς οὐκ ἄχνει ἐπαινεῖν καὶ ἀμείβεσθαι μακρῷ βιβλίῳ, ἐπειδὴ αὐτῷ νέμεσθαι διεπράξατο χωρίον τι μεταξὺ Ἤλιδος καὶ Ἀρκαδίας, οὐ πέρρω Σκιλλούντος, ἐν τῇ φυγῇ. καὶ· πρὸς ἐκεῖνο τοδε 25 εὖ οἶδα, ὅτι οὕτος ὁ Σπαρτιάτης τὰ μὲν ἄλλα φιλότιμός τε ἦν καὶ ὑψηλόφρων, φιλανθρωπία δὲ καὶ πραό- 28 ατητι τοσοῦνδε ἐλείπετο τοῦ ἀληθινοῦ βασιλέως ὁπόσον καὶ τῇ βασιλείᾳ, εἴπερ τι μέμνησθε τῆς Ἀυσάνδρου