Ancient Greek
556.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 556.3
Unproofread scanNot analysed yet
Καὶ γὰρ δὴ τοῦτο ὑπάρχει ξένον καὶ ἄτοπον λίαν τοῖς ἐκ τῶν λόγων φαρμάκοις, ὅτι οὐδεμία ἀνάγκη αὐτὸν προσιώντα τοῖς κάμνουσι τὸν τριῶντα ἢ κεράσαντα καταπλάττειν ἢ ἐπαλείφεω, ἀλλ’ ὁ μὲν εἰς μέσον φρέρων κατέθετο μυρίων ἀνθρώπων ἐγχαθημένων, ὅς δ’ ἂν μάλιστα ξυνέχηται τῇ ἀρρωστία, καὶ πᾶν ὑπουλόν τι νόσημα τρέφῃ καὶ ἐν τῷ βάθει· καὶ ἅπαντες οἱ ἄνθρωποι ἀγνοῶσιν, αὐτὸς ἑαυτὸν ἐξελέγχει καὶ ἀναπληδἐκ τοῦ ὁμίλου καὶ ἀντιλαμβάνεται τοῦ φαρμάκου, καὶ εἰ τι νοσοῖη, χαίρει τῷ φαρμάκῳ καὶ ἀπολαύει τῆς ἰατρείας. εἰ δὲ ἀμετάστατα καὶ ἀνήκεστα, λοιδορεῖσθω καὶ ἀπεχθανέσθω καὶ πολεμεῖν καὶ λοιδορεῖν ἕτοιμός ἐστιν οὐχ ἑαυτῷ οὐδὲ τῷ ἀρρωστήματι, ἀλλὰ τῷ σκευάσαντι τὸ φάρμακον καὶ εἰσενέγκαντι εἰς τὸ κοινὸν ὑπὸ δεξιότητος καὶ φιλανθρωπίας. ἀλλ’ οὔτε τὸν ἰατρὸν ἀπαντῶν ζηῇ καὶ ἀφίστασθαι τῶν καμνόντων, ὅτι ὀλίγοι κάμνουσιν ὑπὲρ τὴν τέχνην, οὔτε τοὺς φιλοσόφους μὴ διαλέγεσθαι τοῖς πολλοῖς, ὅτι ἐν τοῖς πολλοῖς ὁ Μαμμαχύθος, καὶ ὁ Κυρηβίων οὐχ ὀνίασθον ὑπὸ τοῦ λόγου.