Ancient Greek
559.1
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 559.1
Unproofread scanNot analysed yet
XXVI. ΥΠΕΡ ΤΟΥ ΛΕΙΨΙΝ. οασκευάζοντες ὁπλίτας ἐσομένους τυχὸν ἢ σφενδόντας ἢ γυμνῆτας. εἰ δὲ τοὺς ἀμείνους τις καὶ σεμνοτέρους ἢ παῖδας τοὺς λόγους κατορύττοι, ἐν σκότῳ καὶ ἀποκλειοὶ ὥσπερ τὰ νόθα καὶ μοιχῖδια τῶν ἐγγόνων καὶ μὴ παρᾷγοι εἰς τὸ κοινὸν ἀποδώσων τὴν ἐνπαίδιαν, 5 πῶς οὐχὶ μᾶλλον δύσνους ἔι ἂν εἴη τῇ πόλει καὶ τῆς ἀρᾶς ἄξιος τῆς δημοσίας; καὶ γὰρ δὴ δυοῖν ἕτερον ἀναγκαῖον, ἢ μηδένα γράφειν λόγους πολιτικούς, ἀλλὰ 10 καὶ Πλάτωνος καὶ Ἀριστοτέλους καταγελᾶν ἐπὶ ταύτῃ τῇ προθυμίᾳ, ἢ κατατιθέμενον ἐν τοῖς γράμμασι τὴν τοιαύτην ἰδίαν ὁπίαν ἐν ταῖς ὁδοῖς τὴν τύχην ἣν ἂν λάχῃσιν ἀγαπήσαντες. τοῖς δὲ συμβαίη ἂν ἢ μακαίνεσθαι παραχρῆμα ἀθραπεύτοις καὶ ἀκοσμήτοις, ἢ δείκνυσθαι κακῶς ὑπ᾽ ἄλλων ἀναληφθέντας, οἷον ποιμένων τινῶν ἢ βουκόλων περιτυχάντων ἐπ᾽ ἐρημίας καὶ 15 ἀνελουμένων παῖδας βασιλικοὺς, ἔπειτα ὑποβαλλομένων τε καὶ ἐκτρεφόντων τῆς φύσεως ἀναξίως. ἀτεχνῶς γὰρ 20 δὴ τοῦτο συμβαίνει τοῖς λόγοις, οὓς ἂν ὁ μὴ γεννήσας αὐτὸς δεῖκνύη καὶ τιθηῆται, καὶ ὡς ἐγέννησεν οὕτως ἐκτρέφη, συμπνέων τε καὶ ὁμοπαθῶν ταῖς ὠδίσιν· ἀλλ᾽ ἕτεροι λαμβάνοντες ἐν ταῖς χερσὶν ἀπαριθμοῦσιν, οὐκ ἐνιόντες τὸν νοῦν τοῖς ὀνόμασιν οὐδ᾽ ἐνσημασώμενοι τὴν φροντίδα, μεθ᾽ ἧς ὁ πατὴρ αὐτοὺς ἐτεκνώσατο.