Ancient Greek
569.1
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 569.1
Unproofread scanNot analysed yet
XXVII. ΤΟΝ ΜΗΛΕΝ ΤΟΙΣ ΤΟΠΟΙΣ ΑΛΛΑ ΤΟΙΣ ΑΝΔΡΑΣΙ ΠΡΟΣΕΧΕΙΝ. Τί ποτε ἄρα τὰς μὲν ἄλλας τέχνας οἱ ἄνθρωποι οὐχ ὅπως ἐν πόλει διδάσκονται σμικρῇ καὶ ἐνδόξῳ φροντίζουσιν, ἀλλ’ ὅπως ὑπὸ τοῦ κάλλιστα ἑκάστην ἐπισταμένου, οἷον χαλκεύειν παρὰ τοῦ χαλκεύειν εἰδότος, αὐλεῖν τε αὐ καὶ κιθαρίζειν παρὰ τῶν ταῦτα εὖ δυναμένων, a ὅπου ποτὲ ᾧσι γῆς καὶ θαλάττης· ἐπὶ δὲ τῆς καλουμένης παιδείας οὐ τὸ ἴσον ἀποδιδώασιν, οὐδὲ παρ’ ὅτου μάθωσιν, ἀλλ’ ὅπου ζητοῦσι. καὶ ὑπὲρ μὲν τῶν λόγων αὐτῶν οὐδὲ εἰς λόγος αὐτοῖς· εἰ δὲ ἡ πόλις ἀρχαία καὶ παλαιῶν γέμουσα μυθολογημάτων, τοῦτο ἐξετάζουσί τε καὶ μεταποιούνται. καίτοι καθάπερ οὐδὲν κωλύει τὰ αὐτὰ ἐργάζεσθαι ὑποδήματα ἐν τε ἀδόξῳ πόλει καὶ ἐν σεμνοτέρας καὶ τὰ αὐτὰ γράμματα γραφειν, οὕτως οὐδὲ -τοὺς αὐτοὺς λόγους ἐκμελετᾶν. νῦν δὲ τεκταινεσθαι μὲν καὶ οἰκοδομεῖν καὶ ὑφαίνειν ἅπαν- b ταχοῦ παραπλησίως ἐπιχειροῦσι, τοὺς λόγους δὲ ἐν τι χωρίον ἐξελόντες ἢ μίαν πόλιν τοὺς ἄλλοχοῦ τι λέγοντας διαβάλλουσιν, ὥσπερ τοὺς ἐξορχουμένους τὰ μυστήρια ταιν θεαιν. ὁρῶ δὲ ἔγνω νεώς μὲν τῷ Ἑρμῇ κατὰ πᾶσαν ὁμοίως χώραν τε καὶ πόλιν δεσμαιμένους,