Ancient Greek
570.4
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 570.4
Unproofread scanNot analysed yet
Ἐγὼ τοίνυν καὶ αὐτὸς, ὦ χρηστέ νιανία, ἐν πολὺ τοῦδε ἀφανεστέρω χωρίῳ τοὺς ῥητορικοὺς λόγους ἀνεδρεψάμην, οὐδὲ ἐν ἡμέρῳ καὶ Ἑλληρί, ἀλλ’ ἐν τῇ ἐσχάτη τοῦ Πόντου κλησιῶν Φασίδος, ὅπου καὶ τὴν Ἀργὼ συνθεσαν ἐκ Θεσσαλίας ποιηταὶ τε ἐξάνυσαν καὶ οὐρανὸς ἀνηρείφαιτο· ἐκεῖ δὲ πον καὶ ὁ Θερμώδων 333 a καὶ τὰ Ἀμαζόνων ἔργα καὶ τὸ Θημισχύριον. ἀλλ’ ὅμως οὕτω βάρβαρον καὶ ἀνήμερον χωρίον ἀνδρὸς ἑνὸς σοφία καὶ ἀρετῇ Ἑλληνικόν τε ἐποίησε καὶ ἀνάκτορον τῶν Μουσῶν, ὃς ἐν μέσῳ Κόλχων καὶ Ἀρμενίων καθιδρυμένος οὐ τοξεύειν οὐδὲ ἀκοντίζειν ἐδίδασκε οὐδὲ ἀναβαίνειν ἵππον κατὰ τὴν προοικίαν βαρβάρων παιδείαν,