Ancient Greek
577.1
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 577.1
Unproofread scanNot analysed yet
XXVII. ΠΕΡΙ ΤΟΥ ΠΡΟΣΕΧΕΙΝ. ζατο, τὴν δὲ ἀμπελῶσι διώσαμε, τὴν δὲ τῶν καρπῶν τῆς Ἀθηνᾶς, ἄλλην δὲ ἀχρὸδύων πλήθεται, ἄλλην δὲ ὕλης εὐτροφίας καὶ ἄπας χώρη· καὶ τῇ μὲν χρυσόν ἐγκατέσπειρε, τῇ δὲ χαλκόν, τῇ δὲ ἄργυρον, τῇ δὲ ἄλλο τι τοιοῦτον, ἐπανισθὼν ὅτι μάλιστα ἐκάστη μέρος τοῦ κόσμου. ἐπὶ δὲ ἅπαντα διένειμε τὰ καλούμενα ἀγαθά, ὁ Ζεὺς ὁ πατὴρ ἐλέησας τὴν γῆν καὶ βουλόμενος αὐτῇ καὶ θείου τινὸς μεταδόναι, δίδωσι αὐτῇ τὸν δεύτερον κρατῆρα νοῦ τε καὶ φρονήσεως· δίδωσι δὲ ἄρ’ ἅ τε ἅπασαν τὴν γῆν τοῦ δωρήματος τοῦδε μεταλαβεῖν. ἀπορουμένου οὖν τοῦ Ἐπιμηθέως πρὸς τὸ ἐπίταγμα τοῦ Διός, ξυννοήσας ὁ Προμηθεὺς τὴν φρόνησιν καὶ τὸν λόγον ἐν γῇ μὲν οὐχ οἷόν τε ὥσπερ τὰ ἄλλα σπέρματα φύεσθαι, ψυχὴν δὲ ζῶον δύνασθαι μόνην τὸ σπέρμα τοῦτο φέρειν καὶ τρέφειν, τῷ ἀνθρώπῳ φέρων ἐχὼ τοῦ κρατῆρος, καὶ διὰ τοῦτο καὶ λόγος ἐπου. καὶ ἄνθρωπος. γέγονε γὰρ ἄνθρωπος μόνος, ὡς εἴχε, ὑπὸ δοχὴ τις καὶ χώρα παιδείας καὶ λόγου, καὶ διὰ τοῦτο σπέρμα μὲν καὶ φυτὰ ἕτερον χωρίον ἕτερον γενναϊότερον ἐκτρέφει, οἱ λόγοι δὲ εἰσὶ καρπὸς ψυχῶν ἀνθρωπίνων, καὶ ἐν ταύταις ζητητέον τοὺς τε ἀμείνους καὶ τοὺς χείρους αὐτῶν. δεῖ μέντοι ἐπὶ τούτων καὶ τέχνης τινός, καθάπερ ἐπ’ ἐκείνων γεωργικῆς. σκοπεῖν δὲ ὡς ἄμφω τὰ ἔργα σφόδρα ἔμφερῶς ἔχει πρὸς ἄλληλα.