Ancient Greek
580.1
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 580.1
Unproofread scanNot analysed yet
XXVII. ΠΕΡΙ ΤΟΥ ΠΡΟΣΕΧΕΙΝ. ἐμηνεύσω τὸ ἔπος. φησὶ δὲ τῆς ἀληθινῆς παιδείας πικρὰν μὲν τὴν ῥίζαν, γλυκὺν δὲ καὶ προσηνῆ τὸν καρπόν. εἰ οὖν τὸ μὲν πικρὸν εἰς τὸ μέλαν, τὸ γλυκὺ δὲ εἰς τὸ λευκὸν μεταβάλεις καὶ προσέτι τὸν δοτῆρα τῆς πώας θεὸν ἐννοήσῃς, φανερὸν σοι τὸ βούλημα ἔσται τοῦ ποιητοῦ. καὶ εἴποις ἂν αὐτῷ μαρτυροῦντα καὶ τὸν Ἡσίοδον τῆς ἀρετῆς πόνον μὲν ἐξ ἀρχῆς προτιθέντα, ἡσυχίαν δὲ ἔπειτα ἐγγυώμενον. ὥστε εἰ πανταχοῦ δυνατόν ἀρετὴν ἑασκεῖν, πανταχοῦ καὶ τὸ φαρμάκον ὑπάρχειν ἐκεῖνο. τοῦτο δὲ ὅμως καὶ τὸν Ὅμηρον ἐνδείκνυσθαι, ἥνινα ἂν παραίνεσιν τὸν Ἑρμῆν Ὀλυσσὶ καὶ διδόναι ποίησιν τὴν πώαν ὥστε κομίσαντα ἀλλαχόθεν οὔτε περιιόντα ὑπὲρ τοῦ λαβεῖν πορρωτέρω, ἀλλ’ ἐφελκύσαντα τῆς γῆς ἔνθα εὑρίσκεται. οὐ γὰρ ἄλλο ἐστὶ λέγοντος ἢ ὅτι παρὰ πόδας ἔστι καὶ πλεῖστον αὐτῷ τῷ δυναμένῳ λαμβάνειν;