Ancient Greek
588.1
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 588.1
Unproofread scanNot analysed yet
XXVII. ΠΕΡΙ ΤΟΥ ΠΡΟΣΗΚΕΙΝ. καταβληθῆναι τῇ μνήμῃ, καὶ τῶν ἀγρίων βλαστημάτων ἀποκαθαιρεῖν, ἵνα μὴ ὑπὸ πολλῶν φυτῶν καὶ ἰσχυρῶν ἀποπνιγῇ τὰ χρηστὰ καὶ τὰ ἥμερα. μάλιστα δὲ ἀπαίντων ἐπιμελίσθαι μήτε σπείρειν ἀπλῶς μήτε φυτεύειν ἐξ ὧν οὐδὲν τι χρήσιμον ἀποδράψεται. εἰσὶ γὰρ καὶ ἐν τοῖς λόγοις, ὥσπερ ἐν τοῖς φυτοῖς, πολλοὶ χαρίεντες μὲν καὶ ἀμαλκαρεῖς, ἄχαρποι δὲ καὶ ἀνόητοι, καθάπερ τὰ ἐκ τῶν πλατάνων καὶ αἰγείρων ἄλση γεωργοῖς μὲν οὐ σφόδρα τίμια, κόραις δὲ παίζουσαι καὶ ὁδοπόρῳ κάμνοντι καὶ βασιλεῖ Μήδων, ᾧ καὶ χρυσῇ πλατάνος ἦν. ἀλλ᾽ ἐκλύεσθαι καὶ σκοπεῖν δεῖ, ὅπόσ᾽ χρήσιμα τῶν σπερμάτων, καὶ εἰ μὲν πρὸς ἀργύριον βλέπεις καὶ τὸ χρήσιμον τούτῳ μετρεῖς, ζητεῖν ἐκείνους τοὺς λόγους οἱ χρήματά σοι βλαστήσουσιν. ἔστι δὲ πολὺ τὸ σπέρμα τοῦτο καὶ ἐν δικαστηρίοις καὶ ἐν ἐκκλησίαις, καὶ μάλιστα εὐθαλεῖ περὶ τὴν ἀγορὰν καὶ τὸ βῆμα. μηνύσαιμι δ᾽ ἂν σοι καὶ ἐγὼ τοὺς ἐνθάδε ἀφθονον αὐτὸ κεκτημένους· οἷς εἰ προσίοις τε καὶ θεραπεύοις, ταχὺ σου μεγάλην τὴν γλῶτταν καὶ περιττὴν ἀποδείξουσιν. καὶ λέγων αἱρήσεις οὐκ ἐκ δέκα μόνον ποδῶν, ἀλλὰ καὶ ἐξ εἴκοσιν ἴσως, τυχὸν δὲ καὶ ἀπ᾽ αὐτοῦ τοῦ σταδίου τοὺς ἥτορας τοὺς ἀλλαχόθεν οὓς ἡμῖν οἱ σοφισταὶ δεξιοὶ εἰσιν.