Ancient Greek
618.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 618.3
Unproofread scanNot analysed yet
Ὅτι δὲ οἱ σοφισταὶ οὕτω κηλοῦσι τοὺς νέους εἰς τὰς μεγάλας πόλεις ἰόντες καὶ ἐν ταύταις πειθόντες τὰς τῶν ἄλλων συνουσίας ἀπολιπόντας καὶ οἰκείων καὶ ὀθνείων καὶ νεωτέρων καὶ πρεσβυτέρων αὐτοῖς συνεῖναι καὶ θυραυλεῖν, ἀμελοῦντας γάμων τε καὶ παιδοποιίας, οὐχ ἐμὸς οὕτος ὁ μῦθος, ἀλλὰ Πλάτωνος τοῦ σοφοῦ ἀντίκρυ τοῖς ῥήμασιν οἷς ἄρτι εἶπον. καὶ οὐδὲ αὐτὴ λοιδωρία ἐστιν, ἀλλὰ καὶ Πλάτων βελτίστους καλεῖ τοὺς τοιούτους καὶ ἐγὼ χρηστοὺς ὠνόμασα ἐν τῷ λόγῳ, καὶ τῷ ὄντι νέου αὐτὴ ἐστὶν ἡ εὐδοκίμησις καὶ ἀρετή, ὃν ἂν ὑπολάβῃ αὐτὸν ἀμείνω ποιήσεν, ὑπὲρ τούτου καὶ χρήματα ἀναλίσκειν καὶ τῷ σώματι ταλαιπωρεῖσθαι. καὶ τὸν Καλλίαν οὐδεὶς μέμφεται ἐπὶ τούτῳ, ὅτι μὴ μόνον Πρωταγόραν ἐθεράπευε καὶ περιεῖπεν, ἀλλὰ καὶ Ἀντιμοίρον τὸν Μενδαῖον καὶ τοὺς ἄλλους μαθητὰς Πρωταγόρου, καὶ ἐκκενώσας τὸ ταμειῶν τοῖς σοφισταῖς ξενῶνα κατεσκευάσατο· γεννικῆς γὰρ τοῦτο σημείου καὶ φιλομαθοῦς διανοίας· ἀλλ᾽ ὅτι πρὸς Σωκράτην οὐχ ἑώρα τὸν Σωφρονίσκον, οὐδὲ ἐπιτρώσκετο ὑπὸ τῶν λόγων, οὕς θαμὰ εἴωθε λέγειν ἅπασιν Ἀθηναίοις, τοῦτο ἴσως οὐχ εὐδαίμον πάνυ τῆς Καλλίου φιλη- 348 a κοΐας. ἐπεὶ καὶ τὸν Κλεινίου Ἀλκιβιάδην οὐ κωμῳδεῖ Πλάτων ἐν τῷ συνδείπνῳ ἐξομολογούμενον πρὸς τοὺς