Ancient Greek
64.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 64.3
Unproofread scanNot analysed yet
Ἄλλ’ ὁπόθεν δεῦρο ἐξετραπόμεθα, δεῖ γὰρ, ὡς ἔοιχε, τῇ αὐτῇ ἐπανεῖναι, ἐδείκνυμέν που, εἰ τι μεμνήμεθα, ὡς σχεδὸν τι ἀπανταχοῦ ὁ πάνσοφος Πλάτων ξύδρομα πορεύεσθαι ὑπολαμβάνει τὸν ἀληθινὸν βασιλέα καὶ τὸν φιλόσοφον. πρὸς γὰρ τὸ αὐτὸ παράδειγμα ἀμφοτέροις ἢ τε ἀμιλλα καὶ ἡ σπουδή, ἀλλὰ τῷ μὲν ἀχρι λόγου καὶ ἐπιστήμης, τῷ δὲ ἀχρι τοῦ πράγματος καὶ τοῦ ἔργου. τὸν μὲν γὰρ τοῦδε τοῦ ξυμπαντος βασιλέα ὁ μὲν ἐπίσταται μόνον, ὁ δὲ καὶ μιμεῖται· ὁμοιότερον δὲ ἀεὶ τοῦ γινώσκοντος τὸ ἐργαζόμενον· καὶ τὸν μέγαν ἡγεμόνα ἐκεῖνον τὸν ἐν οὐρανῷ τὸ πηγνὸν ἄρμα ἐλαύνοντα καὶ πάντων ἐπιμελούμενον καὶ διακοσμοῦντα, ᾧ ἕπεται πρώτη πορευομένῃ στρατιᾷ θεῶν καὶ δαιμόνων, ὁ μὲν ὑμνεῖ παρὰ τὸν Ἰλισσὸν κατακεκλιμένος, μειρακίου Ἀττικοῦ ἀκροώμενος, ὁ δὲ καὶ ἔργῳ ζηλοῦν οἷός τέ ἐστιν,