Ancient Greek
651.1
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 651.1
Unproofread scanNot analysed yet
XXXIV. ΠΕΡΙ ΤΗΣ ΑΡΧΗΣ. εἴασαν ἄχρι τοῦ μέλανος καὶ τοῦ καλάμου φιλοσοφεῖν, οὐδὲ γράφειν μὲν ὑπὲρ ἀνδρείας, οἷοι δὲ καθῆσθαι, οὐδὲ συντάττειν μὲν ὑπὲρ νόμων, φεύγειν δὲ τὰ κοινά, ὑπὲρ ὧν οἱ νόμοι, οὐδὲ κρίνειν μὲν τίς ἀρίστη τῶν πολιτειῶν, πολιτείας δὲ ἐξίστασθαι πάσης. τοιαυτοῦ οὐκ ἄχρι τοῦ βήματος μόνου προήγαγον τοὺς ἄνδρας, ἀλλὰ μέχρι τοῦ στρατηγίου, καὶ διέβαινον μὲν στρατηγοὶ Ῥωμαίων Πύλας Κασπίας, ἐξῆλθον δὲ Ἀλаноῖς ἐξ Ἀρμενίας, ἔταττον δὲ Ἰβήρων ὄρους καὶ Ἀλβανοῖς ἐπὶ τούτοις ἅπασιν τὴν ἐπώνυμον τῶν ὑπάτων ἀρχὴν ἐχαρποῦντο, καὶ τὴν πόλιν ἤμοζον τὴν μεγάλην, καὶ 34 προήδρευον τῆς ἀρχαίας βουλῆς. ἤδυσεν γὰρ οὕτω οἱ αὐτοκράτορες, καθάπερ σῶμα τὴν ἀρχὴν, ὅσφπερ ἂν μείζων ἢ καὶ γενναιοτέρα, τοσούτῳ μᾶλλον ἐκνεκαθάρθαι προσήκει, καὶ τοὺς πάλαι Ῥωμαίους ἔγνω ὧτω φρονοῦντας, παρ' οἷς Κάτων ὁ φιλόλογος ταμίας ἦν καὶ Βροῦτος ἐστρατήγει καὶ Φαβώνιος ἐδημάρχει καὶ Βά-