Ancient Greek
68.1
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 68.1
Unproofread scanNot analysed yet
II. ΕΙΣ ΚΩΝΣΤΑΝΤΙΟΝ. καιτοι Περιχλῆς ὁ Ξανθίππου, οὐ τοὺς χειλέσων ἐπεκαδίζεν ἡ Πειδῶ, πολλάκις ἀπὸ τοῦ βήματος τῶν Ἀθηναίων κατέβη ἀπαλλάξας ὡς οὐκ ἠβούλετο. ὅστις δὲ ἐν τοσαύταις μυριάσιν ἀνδρῶν προαδικησάντων καὶ ὅπλα σχόντων, ᾧν οὔτε ἡ φύσις ἦν μία οὔτε ἡ γνώμη οὔτε ἡ γλῶσσα, ἵσταται ὑψοῦ ἀτρεπτος καὶ ἀνέκπληκτος καὶ μόνῳ πέποιθε τῷ λόγῳ πρὸς τὸν ἀγῶνα, τοῦτον εὐλαβησόμεθα εἰπεῖν πρὸς φιλοῦν τὸν κορυφαῖον φιλόσοφον· ἀλλ’ Ὀρφία μὲν συναριθμοῦμιν τοῖς σοφοῖς τε καὶ θεσπείοις ἀνδράσιν, εἰ τῷ παιδὸς ὁ Ὀρφεύς, ὅτι ὄρνιθας καὶ βοτὰ ἐκήλυ τῇ δυνάμει τῆς μουσικῆς, τὸν δὲ πραύναντα καὶ διδάξαντα καὶ μαλαξάντα ἄνδρας λεόντων αὐθαδεστέρους ὁρωδήσομεν οὕτω καλεῖν, ὡς σεμνοτέρῳ ὀνόματι καλλωπίζοντες·