Ancient Greek
696.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 696.3
Unproofread scanNot analysed yet
Τῷ αὐτῷ. 140. Λόγοι τὸ κινδυνευόμενον, καὶ ὡς ὁ καιρός. μῆτερ σὺ βασιλεὺς τῶν λόγων. καὶ πρὸς γε, σοὶ φίλος πατρόθεν ὁ ἡμῶν Ἀμφιλόχιος. προσθήσω δέ, ὅτι καὶ τοιοῦτος, οἷος μήτε γένος πατέρων ἀσχύνειν, μήτε τὴν ἡμετέραν φιλίαν· εἰ μὴ φαῦλος· ἐγὼ τῶν παιδῶν κρατῶ. καὶ τὸ μέγιστον, ἀνδρὶ μάλιστα κατὰ σὲ φιλοσόφῳ, ὅτι μηδὲν ἀδικῶν ἔχει πράγματα. ὅ, τὸ μὲν ἔστι κουφότατον, ἡμῖν δ᾽ αὐ βαρύτατον, εἰ περιορῶντες φαινοίμεθα. ἐγὼ μὲν οὖν, ὅ μόνον δύναμαι, τοῦτο ποιῶ. . δύναμαι δὲ πρεσβεύειν πρὸς τοὺς σὲ ποιεῖν δυναμένους. οὐ γὰρ ἄλλα γέ σὺδὲν ἔμοι δυνατὸν οὕτως ἔχοντι, ὥσπερ νῦν ἔχω. σὺ δὲ τῶν τοῦ σοῦ Πλάτωνος βεβαιώσων λόγον, μὴ πρότερον παύσασθαι τὰς πέλας κακῶν, εἰπόντος, πρὶν ἂν συνέλθῃ φιλοσοφία τὸ δυνατότατον.