Ancient Greek
698.1
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 698.1
Unproofread scanNot analysed yet
Ἀνεγνώσθησαν Θεμιστίου λόγοι πολιτικοὶ λζ'. ὧν εἰσὶ καὶ οἱ πρὸς Κωνσταντίον τὸν βασιλέα καὶ εἰς Οὐάλεντα καὶ Οὐαλεντινιανὸν τὸν νέον, ἀλλὰ καὶ εἰς Θεοδόσιον τοὺς βασι-λεῖς, ἐπαίνους αὐτῶν καὶ ἐγκώμια περιέχοντες. ἔστι δὲ τὴν φράσιν σαφὴς καὶ ἀπέρριττος καὶ ἀνθρωπός, καὶ λέξει πολειτικαῖς, καὶ εἰς τὸ σμηνὸν τι ἐπιχλουούσαις χρώμενος. ἥμαζε δὲ μάλιστα ἐν τοῖς Οὐάλεντος χρόνοις, ὡς κἀκ τῶν αὐτοῦ λόγων δῆλον. ἐπὶ δὲ Κωνσταντίου ἔτι νέος ἦν, ὑφ' οὗ καὶ ἐνετύχη τῇ τῶν Ῥωμαίων γερονσίᾳ, ὡς καὶ ἡ πρὸς αὐτὴν τὴν ἐν Ῥώμῃ γερονσίαν ὑπὲρ αὐτοῦ παρὰ τοῦ βασιλέως ἀπο-σταλεῖσα ἐπιστολὴ δηλοῖ. Πατὴρ δὲ ἦν Θεμιστίου Εὐγένιος, καὶ αὐτὸς φιλοσοφήσας· τούτου τοῦ Θεμιστίου εἰς πάντα τὰ Ἀριστοτελικὰ φέρονται ὑπομνήματα. οὐ μόνον δέ, ἀλλὰ καὶ μεταφράσεις αὐτοῦ εἴδομεν εἰς τὸ χρήσιμον ἐπιτετμημένας τῶν δὲ ἀναλυτικῶν καὶ τῶν περὶ ψυχῆς βιβλίων, καὶ τῶν τῆς φυσικῆς ἀκροάσεως, καὶ ἑτέρων τοιούτων. εἰσὶ δὲ καὶ εἰς τὰ Πλατωνικὰ αὐτοῦ ἐξηγητικοὶ πόνοι. καὶ ἀπλῶς, ἑρα-στὴς ἔστι καὶ σπουδαστὴς φιλοσοφίας.