Ancient Greek
71.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 71.3
Unproofread scanNot analysed yet
Ἄλλ’ ἂν ἅπαξ, ὦ μακάριοι, λεπτουργεῖν ἐπιτρέψωμεν καὶ ἀπομηκύνειν τὸν λόγον, πόρρω ἡμᾶς εἰ 10 αἴστε ἐξοίσι. ἐπιθετέον οὖν σφραγίδα τοῖς εἰρημένοις, ἣν αὐτὸς ἔναγχος ἐπέθηκε βασιλεὺς πᾶν λαμπρὰν τε καὶ νεουργόν. οὕτω γὰρ τῷ ὄντι φιλόσοφός ἐστιν ὁ γενναῖος ὥστε καὶ τὸν συνάρχοντα φιλόσοφον ἐποιήσατο, οὐχ ὅτι προσήκει αὐτῷ κατὰ γένος, ἀλλ’ ὅτι αὐτῷ 15 κατὰ τὴν ἀρετὴν ἀχθιστεύει. οὐκοῦν δεοίμην ἂν εὔχεσθαι ἐτι, καθάπερ ὁ πάνσοφος Πλάτων, ὑπὲρ τοῦ κοινοῦ γένους τοῦ ἀνθρωπίνου, ξυνδραμεῖν ποτε βασιλεία φιλοσοφίαν καὶ ξυμπορευθῆναι, μηδὲ διςπλάσθαι ἀεὶ καὶ ἀπερωγῆναι· ἀλλ’ ἔνεστι καὶ ἀπολαύειν καὶ 20 ἐμφορεῖσθαι τοῦ ἀνελπίστου θεάματος.