Ancient Greek
76.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 76.3
Unproofread scanNot analysed yet
Εἰ τοίνυν ταῖς ἰδίαις φιλίαις τοῦτο πλείονος σημείον εὐνοίας ἐστίν, ὅταν φαίνωνται καὶ φίλοις κεχρημένοι τοῖς αὐτοῖς καὶ ἐχθροῖς, πῶς δὴ μᾶλλον τὰς πόλεις ἐκείνας συνημοθόσθαι πρὸς ἀλλήλας ἐστὶν ἀναγκαῖον, αἷς ὁ μὲν τύραννος πρὸ τῶν ἄλλων ἐπιβουλεύει, ὁ δὲ βασιλεὺς πρὸ τῶν ἄλλων συναγωνίζεται; ἀλλὰ παρὰ μὲν τοῦ παιδὸς ὑπάρχει τοσούτους κεχρῆσθαι τῆς πρὸς ἀλλήλας εὐνοίας συμβόλοις τε καὶ γνωρίσμασι, παρὰ τοῦ πατρὸς δὲ ἄρα φανλωτέρους τε καὶ ἐλάττοσιν, ἢ μόνη τῶν ἔργων ἢ τάξις ἐμπαλιν ἔχει, τὰ πράγματα δὲ οὐδ’ ὁτιοῦν διενήνοχεν; ἀλλ’ ὁ μὲν ταύτην πρότερον ἐλευθερώσας τὴν πόλιν ἐκ τυραννίδος ὁμοίας καὶ παρὰ μικρὸν ὀμνύμου οὕτως ἐπὶ τὸν συνοικισμὸν τῆς καλλιπόλεως ὤρμησεν, ὁ δὲ πρότερον ἐκείνη προσθείς ὁπόσον ἔδει, μᾶλλον δὲ ὁπόσον ὁ πατὴρ ἐβουλεύετο, οὕτως τῇδε ἀποδέδωκε τὴν ἐλευθερίαν, καὶ κύκλον ἕνα τῶν εἰς τὰς πόλεις εὐεργετημάτων ἀμφότεροι συνεπλήρωσαν, μᾶλλον δὲ αἱ πόλεις ἀλλήλαις ἀντιδιδώκασιν, ἢ μὲν ἐλευθερωθεῖσα τὸν οἰκιστήν, ἢ δὲ οἰκισθεῖσα τὸν σώσαντα.