Ancient Greek
79.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 79.3
Unproofread scanNot analysed yet
Πρὸς οἷαν μὲν σοι πόλιν, ὦ βασιλεῦ, ὁ τῆς εὐνοίας ἄγων γίνεται καὶ ὡς ἱκανὴν ἐξευρεῖν ἐράμιλλα χαριστήρια πλείω μὲν ὑπῆρχεν εἰπεῖν, ὁ καιρὸς δὲ οὐκ ἐφήσιν. ὧν δὲ ἕνεκα νῦν τὴν πρόοδον πεποιημένα, δύο ταῦτά ἐστιν· ἓν μὲν, ὑπομνῆσαι πρῶτον ὧν παρὰ 15 σοῦ τετυχήμεν, ἕτερον δέ, ὧ προσέθηκεν αἰτῆσαι τοὺς δεδομένους· οὐδὲ γὰρ ἔπειτα· ἀλλ’ ὧν δέδωκας 47 αὐτὴν ἀσφάλειαν. τὸ μὲν οὖν κεφάλαιον τῶν προύπηγμένων ἐστιν, ὅτι σχεδὸν ἀπάντων ἀνθρώπων οἰομένων τῷ σῷ πατρὶ συναπολῦξαι τὴν τῆς πόλεως εὐδαιμονίαν 20 οὐχ εἴασας οὐδὲ ἐπέτρεψας, οὐδὲ αἴσθησιν αὐτῇ πεποίηκας τῆς μεταβολῆς, μᾶλλον δέ, εἰ χωρὶ τἀληθὲς εἰπεῖν, πολλὴν πεποίηκας αἴσθησιν τῆς ἀμείνους. οὐ γὰρ ἐφύλαξας μόνον τὴν παρακαταθήκην ἀκέραιον τὴν πατρῴαν, ἀλλ’ ἐπολυπλασιάσας καὶ ἐπηύξησας, οὐδὲ συνε- 25 χώρησας μόνον τὰ παρ’ ἐκείνου κεκτησθαι, ἀλλὰ τὰ παρὰ σαυτοῦ πλείω προστέθεικας, καὶ τὴν καλὴν ἔριν ἐφιλονείκησας πρὸς τὸν ἀρχηγέτην, ὁπότερος ὑμῶν τοῖς εὐποιίαις παραδραμεῖται. οὕτω γὰρ βασιλεὺς πρὸς βασιλεία καὶ πρὸς πατέρα παῖς ἀγωνίζεται. τοιαύτην ἤρωσαν 30 ἔχον καὶ θεοὶ ποτε πρὸς ἀλλήλους ἀμφισβητοῦντες τῆς Ἀττικῆς, Ἀθηνᾶ τε καὶ Ποσειδῶν, ὁ μὲν προσάγων τὴν θάλατταν, ἡ δὲ ἀναδείξασα τὸν ὕαλλον. τῇ δὲ