Ancient Greek
90.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 90.3
Unproofread scanNot analysed yet
Διὸ λέγει πον ἡ τραγωδία ὅτι φέρει πολλὴν ἡδογὴν καὶ τῷ σωθέντι μεμνῆσθαι πόνων παροιχομένων. ἀναμνήσθητε οὖν πρὸς φιλίου ἡνίκα ἐξεφράγη μὲν ἡ τυραννὶς περὶ τὴν ἑσπέραν, συμπαρέφν δὲ καὶ ἕτερα ἐν Πλουρίοις, ὡς ἅπασα οὖν ἡ ἀρχὴ ὀρθὴ ἦν καὶ μετέωρος πρὸς τὸ μέλλον, ἡ πόλις δὲ ἐνδεινότερον ἐξεπέπληκτο ὑπὸ δείματος, καὶ ἐπαλλε μὲν αὐτῆς ἡ καρδία, ἐβάμβαινε δὲ ἡ φωνή, κρύπτειν δὲ ἐπιχειροῦσα τὸ δέος ἐξηλέγχετο ὅμως ὑπὸ τοῦ πάθους ἀλλοχροοῦσά τε καὶ ἀδημονοῦσα καὶ ἀπορίᾳ ξυνεχομένη, ὡς ὁ βασιλεὺς ὁ μέγας ἀνακαθηράμενος καὶ φραξάμενος τὰ πρὸς ἑω ἦκε τε ἐθμενὴς παρ’ αὐτῇ καὶ χεῖρα ὥρεξε κραδαινομένη καὶ προυντρέψατο εὐψυχον εἶναι· καὶ ὀλίγω ὑστερον πέμψει αἰχμάλωτον αὐτῇ τὸν ἕτερον τῶν τυράννων, ὃν πῶς ἂν τις λέγοι αἰχμάλωτον; οὐ γὰρ αἰχμῇ ἑάλω, ἀλλ’ ὑπὸ λόγου ἡδραποδίσθη, καὶ ἀπεδύσατο οὐ τὸ γῆρας καθάπερ οἱ ὄφεις, ἀλλὰ τὴν ἐξωρον ἀλουργίδα, τὸ γῆρας δὲ αὐτῷ διετήρησεν ὁ βασιλεὺς ὁ καλλιτέχνος ἀτεχνῶς, μάλιστα δὲ ἐπὶ ταύτῃ τῇ νίκῃ, ὅτι τῷ καλλίστῃ ὅπλῳ ἐκτήσατο.