Ancient Greek
96.1
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 96.1
Unproofread scanNot analysed yet
IV. ΕΙΣ ΚΩΝΣΤΑΝΤΙΟΝ οἶμεν, ὑπάρχειν παρὰ τῶν φανλωτέρων ἐκκαρποῦσθαι τοῖς ἀμείνοσιν, ὁ δὲ ἄρτι ἐμπόριον ὑμῖν κατασκευάζεται βασιλεύς, ἀρετὴ ἐστιν ἐκ τούδε καὶ φρόνησις τὰ ἀγώγιμα. καὶ ἥξουσι ν ὑμῖν ἐπὶ ταύτην τὴν ἐμπορίαν οἱ 5 κάπηλοι καὶ ναῦται καὶ φορτικὸς ὄχλος, ἀλλ’ οἱ ἐκχρετοὶ καὶ φιλομαθέστατοι καὶ ὁ τι ἄνθος Ἑλλήνων, λόγῳ καὶ παιδείᾳ τὰ ἀγοράσματα. μῶν οὖν ὑμῖν φαίνονται ἀπεικῶτος αἱ Μοῦσαι συστρατεύεσθαι τῷ βασιλεῖ καὶ διδόναι αὐτῷ νίκας ἐξαιρέτους, ὧν ὁ Ἄρης οὐκ 10 ἐκονώθησε;