Ancient Greek
Book 7
Theocritus, Epigrammata 7
Not analysed yet
[ΘΕΟΚΡΙΤΟΥ ΒΟΥΚΟΛΙΚΟΥ]
Αὐδήσει τὸ γράμμα, τί σᾶμά τε καὶ τίς ὑπ' αὐτῷ·
„Γλαύκης εἰμὶ τάφος τῆς ὀνομαζομένης. “
ΘΕΟΚΡΙΤΟΥ, οἱ δὲ ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ
Γνώσομαι, εἴ τι νέμεις ἀγαθοῖς πλέον ἢ καὶ ὁ δειλὸς
ἐκ σέθεν ὡσαύτως ἶσον, ὁδοιπόρ', ἔχει.
„Χαιρέτω οὗτος ὁ τύμβος“, ἐρεῖς, „ἐπεὶ Εὐρυμέδοντος
κεῖται τῆς ἱερῆς κοῦφος ὑπὲρ κεφαλῆς. “