Ancient Greek · ~1 min
Fragment 3
Theocritus, Fragmentum 3
Not analysed yet
κεἴ τις ἀνὴρ αἰτεῖται ἐπαγροσύνην τε καὶ ὄλβον,
ἐξ ἁλὸς ᾧ ζωή, τὰ δὲ δίκτυα κείνῳ ἄροτρα,
σφάζων ἀκρόνυχος ταύτῃ θεῷ ἱερὸν ἰχθύν
ὃν λεῦκον καλέουσιν, ὃ γάρ θ' ἱερώτατος ἄλλων,
καί κε λίνα στήσαιτο καὶ ἐξερύσαιτο θαλάσσης
ἔμπλεα.