Ancient Greek
Edition urn:cts:greekLit:tlg0005.tlg003.1st1K-grc1
Theocritus, Syrinx 1
Not analysed yet
Οὐδενὸς εὐνάτειρα Μακροπτολέμοιο δὲ μάτηρ
μαίας ἀντιπέτροιο θοὸν τέκεν ἰθυντῆρα,
οὐχὶ Κεράσταν ὅν ποτε θρέψατο ταυροπάτωρ,
ἀλλ᾽ ου πειλιπὲς αἶθε πάρος φρένα τέρμα σάκους,
οὔνομ᾽ Ὅλον, δίζων, ὃς τᾶς μέροπος πόθον
κούρας γηρυγόνας ἔχε τᾶς ἀνεμώδεος,
ὃς Μοίσᾳ λιγὺ πᾶξεν ἰοστεφάνῳ
ἕλκος, ἄγαλμα πόθοιο πυρισμαράγου,
ὃς σβέσεν ἀνορέαν ἰσαυδέα
παπποφόνου Τυρίας τ᾽ ἐξήλασεν.
ᾧ τόδε τυφλοφόρων ἐρατόν
πῆμα Πάρις θέτο Σιμιχίδας·
ψυχὰν ᾇ, βροτοβάμων,
στήτας οἶστρε Σαέττας,
κλωποπάτωρ, ἀπάτωρ,
λαρνακόγυιε, χαρείς
ἁδὺ μελίσδοις
ἔλλοπι κούρᾳ,
Καλλιόπᾳ
νηλεύστῳ.