Ancient Greek · ~1 min
A. Pal. vi. 339
Theocritus, Ἐπιγράμματα 339
Not analysed yet
Δημομέλης ὁ χορηγός, ὁ τὸν τρίποδʼ ὦ Διόνυσε
καὶ σὲ τὸν ἥδιστον θεῶν μακάρων ἀναθείς,
μέτριος ἦν ἐν πᾶσι, χορῷ δʼ ἐκτήσατο νίκην
ἀνδρῶν, καὶ τὸ καλὸν καὶ τὸ προσῆκον ὁρῶν.