Ancient Greek · ~1 min
A. Pal. ix. 598
Theocritus, Ἐπιγράμματα 598
Not analysed yet
τὸν τοῦ Ζανὸς ὅδʼ ὗμιν υἱὸν ὡνὴρ
τὸν λεοντομάχαν, τὸν ὀξύχειρα,
πρᾶτος τῶν ἐπάνωθε μουσοποιῶν
Πείσανδρος συνέγραψεν ὡκ Καμίρου
χὥσους ἐξεπόνασεν εἶπʼ ἀέθλους.
τοῦτον δʼ αὐτὸν ὁ δᾶμος, ὡς σάφʼ εἰδῇς,
ἔστασʼ ἐνθάδε χάλκεον ποιήσας
πολλοῖς μησὶν ὄπισθε κἠνιαυτοῖς.