Ancient Greek · ~1 min
A. Pal. vii. 658
Theocritus, Ἐπιγράμματα 658
Not analysed yet
γνώσομαι, εἴ τι νέμεις ἀγαθοῖς πλέον, ἢ καὶ ὁ δειλὸς
ἐκ σέθεν ὡσαύτως ἶσον ὁδοιπόρʼ ἔχει.
χαιρέτω οὗτος ὁ τύμβος" ἐρεῖς "ἐπεὶ Εὐρυμέδοντος
κεῖται τῆς ἱερῆς κοῦφος ὑπὲρ κεφαλῆς.