Ancient Greek · ~1 min
A. Pal. vii. 660
Theocritus, Ἐπιγράμματα 660
Not analysed yet
ξεῖνε, Συρακόσιός τοι ἀνὴρ τόδʼ ἐφίεται Ὄρθων·
χειμερίας μεθύων μηδαμὰ νυκτὸς ἴοις.
καὶ γὰρ ἐγὼ τοιοῦτον ἔχω πότμον· ἀντὶ δὲ πολλᾶς
πατρίδος ὀθνείαν κεῖμαι ἐφεσσάμενος.