Ancient Greek · ~1 min
A. Pal. vii. 663
Theocritus, Ἐπιγράμματα 663
Not analysed yet
Ὁ μικκὸς τόδʼ ἔτευξε τᾷ Θραΐσσᾳ
Μήδειος τὸ μνᾶμʼ ἐπὶ τᾷ ὁδῷ κἠπέγραψε Κλείτας.
ἑξεῖ τὰν χάριν ἁ γυνὰ ἀντὶ τήνων,
ὧν τὸν κοῦρον ἔθρεψε. τί μάν; ἔτι χρησίμα καλεῖται.